Ὁ Ἁγιορειτικὸς Τόμος ὑπὲρ τῶν ἱερῶν ἡσυχαζόντων (1340).

Διὰ τοὺς ἐξ ἰδίας ἀπειρίας καὶ τῆς πρὸς τοὺς ἁγίους ἀπειθείας ἀθετοῦντας τὰς τοῦ Πνεύματος μυστικὰς ἐνεργείας κρεῖττον ἢ λόγος ἐν τοῖς κατὰ πνεῦμα ζῶσιν ἐνεργουμένας καὶ δι’ ἔργων φανερουμένας, ἀλλ’ οὐ διὰ λόγων ἀποδεικνυμένας.

Τὰ μὲν ἀρτίως καθωμιλημένα καὶ κοινῇ πᾶσιν ἐγνωσμένα καὶ παρρησίᾳ κηρυττόμενα δόγματα τοῦ διὰ Μωυσέως ὑπῆρχε Νόμου μυστήρια τοῖς προφήταις μόνοις ἐν Πνεύματι προορώμενα· τὰ δ’ ἐπηγγελμένα τοῖς ἁγίοις ἀγαθὰ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας ἐστὶ μυστήρια, τοῖς διὰ τοῦ Πνεύματος ὁρᾶν ἠξιωμένοις, καὶ τούτοις μετρίως, ὡς ἐν ἀρραβῶνος μέρει, διδόμενά τε καὶ προορώμενα. ἀλλ’ ὥς περ εἴ τις τότε τῶν Ἰουδαίων, μὴ μετ’ εὐχαριστίας ἀκούων τῶν προφητῶν λεγόντων Λόγον καὶ Πνεῦμα Θεοῦ συναΐδιά τε καὶ προαιώνια, συνέσχεν ἂν τὰ ὦτα, δοκῶν ἀπηγορευμένων ἀκούειν τῇ εὐσεβείᾳ φωνῶν καὶ τῆς ἀνωμολογημένης τοῖς εὐσεβέσι φωνῆς ἐναντίων, δηλονότι τῆς λεγούσης· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν», οὕτω καὶ νῦν τάχα ἂν πάθοι τις μὴ μετ’ εὐλαβείας ἀκούων τῶν μόνοις ἐγνωσμένων τοῖς δι’ ἀρετῆς κεκαθαρμένοις μυστηρίων τοῦ Πνεύματος.  ἀλλ’ ὥς περ αὖθις ἡ τῶν προρρήσεων ἐκείνων ἔκβασις σύμφωνα τοῖς φανεροῖς ἀνέδειξε τὰ τότε μυστήρια, καὶ πιστεύομεν νῦν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, θεότητα τρισυπόστατον, μίαν φύσιν, ἁπλῆν, ἀσύνθετον, ἄκτιστον, ἀόρατον, ἀπερινόητον, οὕτω καὶ τοῦ μέλλοντος αἰῶνος ἐν καιροῖς ἰδίοις ἀποκαλυφθέντος, κατὰ τὴν ἄφραστον ἔκφανσιν τοῦ ἐν τρισὶ τελείαις ὑποστάσεσιν ἑνὸς Θεοῦ, σύμφωνα τοῖς πᾶσιν ἐκφανήσεται τοῖς φανεροῖς τὰ μυστήρια.

Δεῖ μέντοι κἀκεῖνο σκοπεῖν, ὡς εἰ καὶ τοῖς πέρασι τῆς γῆς ὕστερον ἐξεφάνη τὸ τρισυπόστατον τῆς θεότητος, τῷ λόγῳ τῆς μοναρχίας μηδαμῶς λυμαινόμενον, ἀλλὰ τοῖς προφήταις ἐκείνοις καὶ πρὸ τῆς ἐκβάσεως τῶν πραγμάτων ἀκριβῶς ἐγινώσκετο, καὶ τοῖς αὐτοῖς τηνικαῦτα πειθομένοις εὐπαράδεκτον ἦν· τὸν ἴσον ἄρα τρόπον οὐδὲ νῦν τοὺς λόγους τῆς ὁμολογίας ἀγνοοῦμεν τῶν τε παρρησίᾳ κηρυττομένων καὶ τῶν μυστικῶς ἐν Πνεύματι τοῖς ἀξίοις προφαινομένων, οἱ μὲν αὐτῇ τῇ πείρᾳ μεμυημένοι, ὅσοι τῇ τε τῶν χρημάτων κτήσει καὶ τῇ τῶν ἀνθρώπων δόξῃ καὶ ταῖς τῶν σωμάτων οὐ καλαῖς ἡδοναῖς διὰ τὴν εὐαγγελικὴν ἀπετάξαντο ζωήν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἀποταγὴν ταύτην διὰ τῆς πρὸς τοὺς ἐν τῇ κατὰ Χριστὸν ἡλικίᾳ προήκοντας ἐβεβαίωσαν ὑποταγῆς –ἑαυτοῖς γὰρ καὶ τῷ Θεῷ δι’ ἡσυχίας ἀπεριμερίμνως σχολάσαντες καὶ διὰ προσευχῆς εἰλικρινοῦς ὑπὲρ ἑαυτοὺς γενόμενοι καὶ γεγονότες ἐν Θεῷ διὰ τῆς πρὸς αὐτὸν μυστικῆς ὑπὲρ νοῦν ἑνώσεως τὰ ὑπὲρ νοῦν ἐμυήθησαν–, οἱ δὲ τῇ πρὸς τοὺς τοιούτους αἰδοῖ καὶ πίστει καὶ στοργῇ.

Οὕτω τοίνυν καὶ ἡμεῖς τοῦ μεγάλου Διονυσίου λέγοντος ἀκούοντες ἐν τῇ δευτέρᾳ πρὸς Γάιον ἐπιστολῇ· «τὸ τοῦ Θεοῦ θεοποιὸν δῶρον θεότητα καὶ θεαρχίαν καὶ ἀγαθαρχίαν», καὶ τὸν τὴν χάριν ταύτην τοῖς ἀξίοις παρέχοντα Θεὸν ὑπὲρ ταύτην τὴν θεότητα εἶναι πειθόμεθα· πολυπλασιασμὸν γὰρ ὁ Θεὸς οὐ πάσχει, οὐδὲ δύο λέγει τις οὕτω θεότητας· ἀλλὰ τὴν θεοποιὸν ταύτην χάριν τοῦ Θεοῦ ὁ θεῖος Μάξιμος περὶ τοῦ Μελχισεδὲκ γράφων «ἄκτιστον εἶναι» ἀποφαίνεται «καὶ ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος Θεοῦ», ἀλλαχοῦ δὲ πολλαχοῦ, «ἀγέννητόν τε καὶ ἐνυπόστατον φῶς τοῖς ἀξίοις», ἡνικ’ ἂν γένοιντο ἄξιοι, φανερούμενον, ἀλλ’ οὐ τότε γινόμενον. Τοῦτο τὸ φῶς οὗτος, καὶ «φῶς ὑπεραρρήτου δόξης καὶ ἀγγέλων καθαρότητα» ὀνομάζει. ὁ δὲ μέγας Μακάριος καὶ τῶν ἀσωμάτων τροφὴν καὶ τῆς θείας φύσεως δόξαν καὶ τοῦ μέλλοντος αἰῶνος καλλονήν, πῦρ θεῖον καὶ ἐπουράνιον, φῶς ἄρρητον καὶ νοερόν, ἀρραβῶνα Πνεύματος ἁγίου, ἁγιαστικὸν ἀγαλλιάσεως ἔλαιον.

1. Ὅς τις οὖν τοὺς τὴν θεοποιὸν ταύτην χάριν τοῦ Θεοῦ ἄκτιστον καὶ ἀγέννητον καὶ ἐνυπόστατον λέγοντας τοῖς μασσαλιανοῖς συντάττει καὶ διθεΐτας καλεῖ, εἴ περ ἄρα τις ἐστίν, οὗτος ἴστω τοῖς τοῦ Θεοῦ ἁγίοις ἀντικείμενος καὶ τοῦ κλήρου τῶν σῳζόμενων, εἰ μὴ μεταμεληθείη, ἑαυτὸν ἐκβάλλων καὶ αὐτὸς ἐκπίπτων τοῦ ἑνὸς καὶ μόνου τῶν ἁγίων φύσει Θεοῦ. ὅς τις δὲ πιστεύων καὶ πειθόμενος καὶ συμφθεγγόμενος τοῖς ἁγίοις καὶ μὴ «προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις», τὸ μὲν φανερῶς λεγόμενον οὐκ ἀποσείεται ὡς ἀγνοῶν, ἀγνοεῖ δὲ τὸν τρόπον τοῦ μυστηρίου, μὴ ἀπαξιούτω ζητεῖν καὶ μανθάνειν παρὰ τῶν εἰδότων· εἴσεται γὰρ ὡς οὐδὲν ἀνακόλουθον τοῖς θείοις λόγοις καὶ πράγμασι, καὶ ταῦτ’ ἐπὶ τῶν ἀναγκαιοτάτων καὶ ὧν ἄνευ οὐδὲν οὐδαμῶς ἂν συσταίη, οὔτε δόγμα τῶν καθ’ ἡμᾶς ἀσφαλὲς οὔτε μυστήριον ὅλως θεοπρεπές.

2. Ὅς τις μόνῃ τῇ μιμήσει τε καὶ σχέσει, χωρὶς τῆς θεοποιοῦ χάριτος τοῦ Πνεύματος, τὴν πρὸς τὸν Θεὸν τελείαν ἕνωσιν ἀποφαίνεται τελεῖσθαι κατὰ τοὺς ὁμοήθεις τε καὶ ἀγαπωμένους ὑπ’ ἀλλήλων, καὶ τὴν θεοποιὸν χάριν τοῦ Θεοῦ ἕξιν τῆς λογικῆς φύσεως διὰ μόνης μιμήσεως προσγινομένην, ἀλλ’ οὐκ ἔλλαμψιν ὑπερφυᾶ καὶ ἀπόρρητον καὶ θείαν ἐνέργειαν, ὁρωμένην ἀοράτως τοῖς ἠξιωμένοις καὶ νοουμένην ἀπερινοήτως, οὗτος ἴστω τῇ τῶν μασσαλιανῶν, ὡς οὐκ οἶδεν, ἀπάτῃ περιπεσών· φύσει γὰρ ἔσται κατὰ πᾶσαν ἀνάγκην θεὸς ὁ θεούμενος, εἰ κατὰ φυσικὴν δύναμιν ἡ θέωσις ἔσται καὶ τοῖς ὅροις τῆς φύσεως ἐμπεριλαμβάνεσθαι πέφυκε. μὴ τοίνυν οὗτος τὴν οἰκείαν περιτροπὴν τοῖς ἀσφαλῶς ἑστῶσιν ἐπιχειρείτω προστρίψασθαι καὶ μῶμον τοῖς ἀμωμήτοις τὴν πίστιν ἐπενεγκεῖν, ἀλλὰ τὸ φρόνημα καταθέμενος, μανθανέτω παρὰ τῶν πεπειραμένων ἢ τῶν ἀπ’ ἐκείνων δεδιδαγμένων «ὡς ἄσχετός ἐστι παντάπασιν ἡ τῆς θεώσεως χάρις, οὐκ ἔχουσα τὴν οἱανοῦν δεκτικὴν ἑαυτῆς ἐν τῇ φύσει δύναμιν, ἐπεὶ οὐκέτι χάρις ἐστίν, ἀλλὰ τῆς κατὰ τὴν φυσικὴν δύναμιν ἐνεργείας φανέρωσις. καὶ οὐδὲ παράδοξον ἔσται τὸ γενόμενον, εἰ κατὰ δεκτικὴν δύναμιν φύσεως ἡ θέωσις εἴη· φύσεως γὰρ ἂν εἰκότως ἔργον, ἀλλ’ οὐ Θεοῦ δῶρον ἡ θέωσις εἴη, καὶ δυνήσεται καὶ φύσει Θεὸς ὁ τοιοῦτος εἶναι καὶ κυρίως προσαγορεύεσθαι· οὐδὲ γὰρ ἄλλο τι καθέστηκεν ἡ κατὰ φύσιν τῶν ὄντων ἑκάστου δύναμις ἢ φύσεως πρὸς ἐνέργειαν ἀπαράβατος κίνησις. πῶς δὲ καὶ ἐξίστησιν ἑαυτοῦ τὸν θεούμενον ἡ θέωσις, εἰ ἔτι τοῖς ὅροις τῆς φύσεως αὐτὴ περιείληπται, συνιδεῖν οὐκ ἔχω».

Ὑπὲρ φύσιν τοίνυν καὶ ἀρετὴν καὶ γνῶσιν ἡ τῆς θεώσεως χάρις, καὶ ἀπείρως τὰ τοιαῦτα ἅπαντα κατὰ τὸν ἅγιον Μάξιμον ταύτης ἀποδεῖ· ἀρετὴ μὲν γὰρ πᾶσα καὶ ἡ ἐφ’ ἡμῖν τοῦ Θεοῦ μίμησις πρὸς τὴν θείαν ἕνωσιν ἐπιτήδειον ποιεῖται τὸν κεκτημένον, ἡ δὲ χάρις αὐτὴν τελεσιουργεῖ τὴν ἀπόρρητον ἕνωσιν· δι’ αὐτῆς γὰρ «ὅλος μὲν ὅλοις τοῖς ἀξίοις ὁ Θεὸς περιχωρεῖ, ὅλῳ δὲ ὅλοι περιχωροῦσιν ὁλικῶς οἱ ἅγιοι τῷ Θεῷ, ὅλον ἀντιλαβόντες ἑαυτῶν τὸν Θεόν, καὶ τῆς πρὸς αὐτὸν ἀναβάσεως, οἷον ἔπαθλον, αὐτὸν μόνον κτησάμενοι τὸν Θεόν», «ψυχῆς πρὸς σῶμα περιφύντα τρόπον», ὡς οἰκείοις μέλεσι καὶ ἐν αὐτῷ εἶναι καταξιώσαντα.

3. Ὅς τις τοὺς ἐν τῇ καρδίᾳ ἢ τῷ ἐγκεφάλῳ λέγοντας τὸν νοῦν ἐνιδρῦσθαι μασσαλιανοὺς εἶναι διισχυρίζεται, οὗτος ἴστω κακῶς τοῖς ἁγίοις ἐπιτιθέμενος. Ὁ μὲν γὰρ μέγας Ἀθανάσιος τῷ ἐγκεφάλῳ τὸ λογικὸν ἐνεῖναι τῆς ψυχῆς φησι· Μακάριος δὲ ὁ τῇ μεγαλειότητι μηδὲν ἐλλείπων, ἐν τῇ καρδίᾳ τὴν τοῦ νοῦν ἐνέργειαν· συνῳδὰ δὲ τούτοις οἱ ἅγιοι σχεδὸν ἅπαντες. Ὃ γάρ φησιν ὁ Νύσσης θεῖος Γρηγόριος ὅτι «ὁ νοῦς οὔτε ἐντὸς οὔτε ἐκτὸς τοῦ σώματός ἐστιν ὡς ἀσώματος», οὐκ ἐναντιοῦται τοῖς ἁγίοις ἐκείνοις· ἐντὸς γὰρ τοῦ σώματος ἐκεῖνοι λέγουσι τὸν νοῦν ὡς συνημμένον τούτῳ. Κατ’ ἄλλον τοίνυν τρόπον τοῦτο λέγοντες, ἥκιστα πρὸς ἐκεῖνον διαφέρονται· καὶ γὰρ οὐδὲ τῷ λέγοντι «μὴ ἐν τόπῳ τὸ θεῖον εἶναι ἢ ἀσώματον» ἀντίκειται ὁ ἔνδον γενέσθαι ποτὲ τὸν τοῦ Θεοῦ Λόγον λέγων παρθενικῆς καὶ παναμώμου μήτρας, ὡς ἐκεῖ συνημμένον ὑπὲρ λόγον τῷ καθ’ ἡμᾶς φυράματι διὰ φιλανθρωπίαν ἄφατον.

4. Ὅς τις τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιαστράψαν φῶς φάσμα λέγει καὶ σύμβολον τοιοῦτον, οἷον γίνεσθαι καὶ ἀπογίνεσθαι, ἀλλ’ οὐ κυρίως εἶναι καὶ οὐχ ὑπὲρ πᾶσαν νόησιν, ἀλλὰ χείρω νοήσεως ἐνέργειαν, σαφῶς ἀντιφθέγγεται ταῖς τῶν ἁγίων δόξαις. οὗτοι γὰρ κἀν τοῖς ᾄσμασι κἀν τοῖς συγγράμμασιν ἀπόρρητον, ἄκτιστον, ἀΐδιον, ἄχρονον, ἀπρόσιτον, ἄπλετον, ἄπειρον, ἀπεριόριστον, ἀγγελοῖς καὶ ἀνθρώποις ἀθέατον, ἀρχέτυπον κάλλος καὶ ἀναλλοίωτον, δόξαν Θεοῦ, δόξαν Χριστοῦ, δόξαν Πνεύματος, ἀκτῖνα θεότητος καὶ τὰ τοιαῦτα προσαγορεύουσι. «Δοξάζεται μὲν γάρ», φησίν, «ἡ σὰρξ ἅμα τῇ προσλήψει καὶ δόξα τοῦ σώματος ἡ δόξα τῆς θεότητος γίνεται· ἀλλ’ ἀφανὴς ἦν ἡ δόξα ἐν τῷ φαινομένῳ σώματι, τοῖς μὴ χωροῦσι τὰ καὶ ἀγγέλοις ἀθέατα. μεταμορφοῦται τοίνυν, οὐχ ὃ οὐκ ἦν προσλαβόμενος οὐδὲ εἰς ὅ περ οὐκ ἦν μεταβαλλόμενος, ἀλλ’ ὅ περ ἦν τοῖς οἰκείοις μαθηταῖς ἐκφαινόμενος, διανοίγων τούτων τὰ ὄμματα καὶ ἐκ τυφλῶν ἐργαζόμενος βλέποντας. μένων γὰρ αὐτὸς ἐν ταυτότητι, παρ’ ὃ τὸ πρὶν ἐφαίνετο, νῦν τοῖς μαθηταῖς ἑωρᾶτο φαινόμενος (αὐτὸς γάρ ἐστι «τὸ φῶς τὸ ἀληθινόν», τὸ τῆς δόξης ὡράϊσμα), καὶ ὡς ὁ ἥλιος ἔλαμψεν· ἀμυδρὰ ἡ εἰκών, ἀλλ’ ἀμήχανον ἀπαραλείπτως ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι».

5. Ὅς τις ἄκτιστον τὴν οὐσίαν μόνην εἶναι λέγει τοῦ Θεοῦ, ἀλλὰ μὴ καὶ τὰς ἀϊδίους ἐνεργείας αὐτοῦ, ὧν καὶ ὑπερέχει πασῶν ὡς τῶν ἐνεργουμένων ἁπάντων τὸ ἐνεργοῦν, τοῦ ἁγίου ἀκουσάτω Μαξίμου λέγοντος· «Τὰ ἀθάνατα πάντα καὶ αὐτὴ ἡ ἀθανασία, καὶ τὰ ζῶντα πάντα καὶ αὐτὴ ἡ ζωή, καὶ τὰ ἅγια πάντα καὶ αὐτὴ ἡ ἁγιότης, καὶ τὰ ἐνάρετα πάντα καὶ αὐτὴ ἡ ἀρετή, καὶ τὰ ἀγαθὰ πάντα καὶ αὐτὴ ἡ ἀγαθότης, καὶ τὰ ὀντὰ πάντα καὶ αὐτὴ ἡ ὀντότης, Θεοῦ προδήλως ἔργα τυγχάνουσιν· ἀλλὰ τὰ μὲν τοῦ εἶναι χρονικῶς ἠργμένα (ἦν γάρ ποτε ὅτε οὐκ ἦν), τὰ δὲ τοῦ εἶναι χρονικῶς οὐκ ἠργμένα· οὐκ ἦν γάρ ποτε ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία». καὶ πάλιν· «Ἡ ἀγαθότης καὶ πᾶν εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ καὶ ἁπλῶς πᾶσα ζωὴ καὶ ἀθανασία καὶ ἁπλότης καὶ ἀτρεψία καὶ ἀπειρία καὶ ὅσα περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρεῖται, ἔργα Θεοῦ εἰσι καὶ οὐκ ἠργμένα χρονικῶς· οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν, οὐδέ τινος ἄλλου τῶν εἰρήμενων, κἂν τὰ μετέχοντα αὐτῶν κατ’ αὐτὰ ἦρκται τοῦ εἶναι χρονικῶς. ἄναρχος γὰρ πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, οἷα τὸν Θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα. Πάντων δὲ τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν, ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπερεξῄρηται».

Μανθανέτω τοίνυν ἐκ τούτων ὡς οὐ πάντα τὰ ὑφεστηκότα ἐκ Θεοῦ καὶ ὑπὸ χρόνον εἰσί· καὶ γὰρ ἔστιν ἃ τούτων ἄναρχά ἐστι καὶ τῷ λόγῳ τῆς μόνης ἀνάρχου φύσει καὶ τριαδικῆς μονάδος καὶ τῆς κατ’ αὐτὴν ὑπερφυοῦς ἁπλότητος ἥκιστα λυμαίνεται· τὸν αὐτὸν γὰρ τρόπον καὶ ὁ νοῦς κατ’ ἀμυδρὰν εἰκόνα τῆς ὑπερβαλλούσης ἐκείνης ἀμερείας οὐδαμῶς διὰ τὰς ἐμφύτους ἑαυτοῦ νοήσεις σύνθετός ἐστιν.

6. Ὅς τις τὰς ἐνσημαινομένας τῷ σώματι πνευματικὰς διαθέσεις ἀπὸ τῶν ἐν τῇ ψυχῇ τῶν κατὰ Θεὸν προκοπτόντων χαρισμάτων τοῦ Πνεύματος οὐ παραδέχεται καὶ τὴν τοῦ παθητικοῦ καθ’ ἕξιν νέκρωσιν ἀπάθειάν φησιν, ἀλλὰ μὴ τὴν ἐπὶ τὰ κρείττω καθ’ ἕξιν ἐνέργειαν, ὁλικῶς ἀπεστραμμένου τὰ πονηρὰ καὶ ἐπεστραμμένου πρὸς τὰ καλά, ὡς τὰς πονηρὰς ἕξεις ἀποκτησαμένου καὶ ταῖς ἀγαθαῖς μὴ πλουτήσαντος, οὗτος ἀκολούθως τῇ τοιαύτῃ δόξῃ καὶ τὴν ἐν τῷ ἀφθάρτῳ τῶν ὄντων αἰῶνι μετὰ σώματος ἀπαναίνεται διαγωγήν. εἰ γὰρ συμμεθέξει τότε τῇ ψυχῇ τὸ σῶμα τῶν ἀπορρήτων ἀγαθῶν, καὶ νῦν δήπου συμμεθέξει κατὰ τὸ ἐγχωροῦν τῆς χορηγουμένης μυστικῶς καὶ ἀπορρήτως ὑπὸ τοῦ Θεοῦ χάριτος τῷ κεκαθαρμένω νῷ, καὶ αὐτὸ τὰ θεῖα πείσεται καταλλήλως ἑαυτῷ, μετασκευασθέντος καὶ ἁγιασθέντος, ἀλλ’ οὐ καθ’ ἕξιν νεκρωθέντος τοῦ τῆς ψυχῆς παθητικοῦ καὶ δι’ ἑαυτοῦ, κοινοῦ σώματός τε καὶ ψυχῆς ὑπάρχοντος, τὰς τοῦ σώματος ἁγιάζοντος διαθέσεις τε καὶ ἐνεργείας. «Ἐπὶ γὰρ τῶν ἀπηλλαγμένων τῶν τοῦ βίου καλῶν διὰ τὴν ἐλπίδα τῶν μελλόντων ἀγαθῶν», κατὰ τὸν ἅγιον Διάδοχον, «ὁ νοῦς εὐρώστως διὰ τὴν ἀμεριμνίαν κινούμενος, τῆς θείας ἀρρήτου χρηστότητος αὐτὸς ἐπαισθάνεται καὶ τῷ σώματι κατὰ τὸ μέτρον τῆς ἑαυτοῦ προκοπῆς τῆς οἰκείας χρηστότητος μεταδίδωσιν· ἡ δὲ τοιαύτη ἐγγινομένη χαρὰ τότε τῇ ψυχῇ καὶ τῷ σώματι ὑπόμνησίς ἐστιν ἀπλανὴς τῆς ἀφθάρτου βιότητος».

Ἄλλου μὲν φωτὸς ὁ νοῦς, ἑτέρου δὲ ἡ αἴσθησις ἀντιλαμβάνεσθαι πέφυκεν· ἡ μὲν γὰρ αἰσθητοῦ καὶ τὰ αἰσθητά, ᾗ αἰσθητά, δεικνύντος, τοῦ δὲ νοῦ φῶς ἐστιν ἡ ἐν νοήμασι κειμένη γνῶσις. οὐ τοῦ αὐτοῦ τοίνυν φωτὸς ὄψις τε καὶ νοῦς ἀντιλαμβάνεσθαι πεφύκασιν, ἀλλὰ μέχρις ἂν κατ’ οἰκείαν φύσιν καὶ ἐν τοῖς κατὰ φύσιν ἐνεργῇ ἑκάτερον αὐτῶν. ὅταν δὲ πνευματικῆς καὶ ὑπερφυοῦς εὐμοιρήσωσι χάριτός τε καὶ δυνάμεως αἰσθήσει τε καὶ νῷ, τὰ ὑπὲρ πᾶσαν αἴσθησιν καὶ πάντα νοῦν οἱ κατηξιωμένοι βλέπουσιν· ἵνα κατὰ τὸν θεολόγον εἴπωμεν μέγαν Γρηγόριον, ὡς «οἶδε μόνος ὁ Θεὸς καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι».

7. Ταῦτα ὑπὸ τῶν Γραφῶν ἐδιδάχθημεν· ταῦτα παρὰ τῶν ἡμετέρων πατέρων παρελάβομεν· ταῦτα διὰ τῆς μικρᾶς ἐγνώκαμεν πείρας· ταῦτα καὶ τὸν ἐν ἱερομοναχοις τιμιώτατον καὶ ἀδελφὸν ἡμέτερον κὺρ Γρηγόριον «Ὑπὲρ τῶν ἱερῶς ἡσυχαζόντων» συγγραψάμενον ἰδόντες καὶ ἀποδεξάμενοι ὡς ταῖς τῶν ἁγίων ἀκριβῶς ἑπόμενα παραδόσεσι, πρὸς πληροφορίαν τῶν ἐντυγχανόντων ὑπεγράψαμεν.

Ὁ πρῶτος τῶν ἐν τῷ Ἁγίῳ Ὄρει σεβασμίων μονῶν ἱερομόναχος Ἰσαάκ.

Ὁ καθηγούμενος τῆς σεβασμίας βασιλικῆς καὶ ἱερᾶς Λαύρας Θεοδόσιος ἱερομόναχος. Εἶχε δὲ καὶ τὴν ὑπογραφὴν τοῦ τῆς μονῆς τῶν Ἰβήρων ἡγουμένου τῇ ἰδίᾳ διαλέκτῳ.

Ὁ καθηγούμενος τῆς τοῦ Βατοπεδίου σεβασμίας καὶ βασιλικῆς μονῆς ἱερομόναχος Ἰωαννίκιος. Εἶχε δὲ καὶ τὴν ὑπογραφὴν τοῦ τῆς μονῆς τῶν Σέρβων ἡγουμένου τῇ ἰδίᾳ διαλέκτῳ.

Ὁ ἐλάχιστος ἱερομόναχος Φιλόθεος τὰ αὐτὰ φρονῶν ὑπέγραψα.

Ὁ ἐν ἱερομονάχοις ἐλάχιστος καὶ πνευματικὸς τῆς σεβασμίας μονῆς τοῦ Ἐσφιγμένου Ἀμφιλόχιος.

Ὁ ἐν ἱερομονάχοις ἐλάχιστος καὶ πνευματικὸς τοῦ Βατοπεδίου Θεοδόσιος.

Ὁ καθηγούμενος τῆς τοῦ Κουτλουμούση ἱερᾶς μονῆς Θεοστήρικτος ἱερομόναχος. Γερόντιος ἁμαρτωλὸς ὁ Μαρούλης, ἐν τοῖς γέρουσι τελῶν τῆς σεβασμίας Λαύρας, τ’ αὐτὰ φρονῶν ὑπέγραψα.

Ὁ ἐν μοναχοῖς ἐλάχιστος Κάλλιστος ὁ Μουζάλων. Ὁ ἐν ἱερομονάχοις εὐτελὴς Γεράσιμος ἰδὼν καὶ ἀναγνοὺς τὰ φιλαλήθως γραφέντα καὶ ἀποδεξάμενος ὑπέγραψα.

Ὁ εὐτελὴς γέρων καὶ ἐν μοναχοῖς ἐλάχιστος Μωϋσῆς τὰ αὐτὰ φρονῶν ὑπέγραψα.

Ὁ ἐλάχιστος καὶ εὐτελὴς ἐν μοναχοῖς Γρηγόριος ὁ Στραβολαγκαδίτης, τάχα καὶ ἡσυχαστής, νοῶν καὶ φρονῶν τ’ αὐτὰ ὑπέγραψα.

Ὁ ἀπὸ τῆς σκήτεως τοῦ Μαγουλᾶ γέρων καὶ ἐν ἱερομονάχοις ἐλάχιστος Ἠσαΐας τ’ αὐτὰ φρονῶν ὑπέγραψα.

Ὁ ἐν μοναχοῖς ἐλάχιστος Μᾶρκος ὁ τοῦ Σιναΐτου.

Ὁ ἐν τῇ του Μαγουλᾶ σκήτει καὶ ἐν ἱερομονάχοις ἐλάχιστος Κάλλιστος. Εἶχε καὶ τὴν ὑπογραφὴν τοῦ ἀπὸ Σύρων γέροντος ἡσυχαστοῦ τῇ ἰδίᾳ διαλέκτῳ.

Ὁ ἐν μοναχοῖς ἐλάχιστος Σωφρόνιος.

Ὁ ἐν μοναχοῖς ἐλάχιστος Ἰωάσαφ.

Ὁ ταπεινὸς ἐπίσκοπος Ἱερισσοῦ καὶ Ἁγίου Ὄρους Ἰάκωβος, ταῖς ἁγιορειτικαῖς καὶ πατερικαῖς ἐντεθραμμένος παραδόσεσι καὶ μαρτυρῶν ὅτι διὰ τῶν ἐνταῦθα ὑπογραψάντων λογάδων ἅπαν τὸ Ἅγιον Ὄρος συμφωνοῦντες ὑπέγραψαν, καὶ αὐτὸς συμφωνῶν καὶ ἐπισφραγίζων ὑπέγραψα. καὶ τοῦτο μετὰ πάντων προσγράφων· ὅτι τὸν μὴ συμφωνοῦντα τοῖς ἁγίοις καθὼς καὶ ἡμεῖς καὶ οἱ μικρῷ πρὸ ἡμῶν πατέρες ἡμῶν, ἡμεῖς τὴν αὐτοῦ κοινωνίαν οὐ παραδεξόμεθα.