St. Epiphanius, Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

1. Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχιδῆ τῶν σκολιῶν βουλευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα καὶ πρὸς εἶδος καὶ γένος διελόντες φροῦδα καὶ ἕωλα δυνάμει θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τῶν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις τῶν ζητημάτων * πάντη ἐπιλυσάμενοι καὶ τὴν τούτων μοχθηρίαν ὑπερβεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθαλάττ<ι>ον διαπεράσαντες καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ ὡς εἰπεῖν καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι’ εὐχῆς πάλιν τὸν κύριον ἀξιοῦμεν· ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολωφῶντες, <ἐν> ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας <τυχόντες> [καὶ] τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ’ αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ <δὲ> νύμφην, εὐκαιρότατα καὶ αὐτοὶ λέγοντες «δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ» καὶ τὰ ἑξῆς.

2. Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ’ ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν «πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ’ ὡς δοῦλοι αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ [τῷ] αὐτῷ καὶ αὐτοὶ λέγοντες «δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»· ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει μεμνηστευμένη, ἡ διαφανὴς καὶ «ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι», ἡ μακαριζομένη ὑπὸ τῶν «βασιλίδων» καὶ ἐξυμνουμένη ὑπὸ τῶν «παλλακίδων», ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ «ἀπὸ τῆς ἐρήμου ἀνερχομένη», «λελευκανθισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη», ἡ μῦρον πνέουσα, «ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ» τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», ἡ «ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη κροσσωτά, διαχρύσοις πεποικιλμένη», ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ «μεμελανωμένη», νυνὶ δὲ «καλὴ» καὶ «λελευκανθισμένη», ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ <τῶν> σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ.

Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι. τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προφήτης «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως [ὡς] παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν.

3. Καὶ πρῶτον μέν, ὅτι ὁ θεὸς ὁ ἐπὶ πάντων ἡμῖν θεὸς ὑπάρχει τοῖς ἐκ τῆς ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν. ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ «ἑδραίωμα πίστεως» τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας «περιστερᾶς» καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου», μετὰ προσθήκης τοῦ μου καὶ μου. αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης. ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασιλίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ’ ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεωρίαις ἀντεξετάζοντες. ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαράβατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατατεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι <δῆλον>. βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασμέναι ψυχαί. ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφαλῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται.

4. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι’ ὀνομασίας τοῦ ἀνδρὸς αὐτῆς <εἰς> τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμηθήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασα[ι] [μετὰ τῶν] μετ’ αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκολουθία. εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ’ αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Λάμεχ καὶ Νῶε· τούτων τῶν ἁγίων [τῶν] καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται. ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ’ αὐτῷ ἐμφέρονται διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι’ ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρίθειαν μετεσχηκότων, <ὧν> ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα, ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι Δαυὶδ γενεαὶ <ιδ>, ἀπὸ δὲ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ <ιδ> καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεαὶ <ιδ>, ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεάς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται. καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομήκοντα ἡ γραφὴ ὠνόμασε. καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδομήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ. καὶ ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν. οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ * μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀναγωγὴν τῆς τελείας θεωρίας. ἐπειδὴ γὰρ δι’ ἓξ δεκάδων * τὴν τῆς ἑξαημέρου πληροῦσθαι περίοδον συμβαίνει * εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν <πλῆθυν> ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο, χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, * περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος τοῦ πληρώματος· αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων. ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ ἔχειν, ὡς εἰπεῖν, * τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν.

5. Ἀλλ’ ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμη<θει>σῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται. οὐκέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖσθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονογράφοι ἢ ἱστορ<ι>ογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ’ ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν <ξβ> γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου <τοῦ ἀριθμοῦ> ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα· ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν <φαίνεσθαι> συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. διὸ λέγει «μία ἐστὶ περιστερά μου, τελεία μου», ὡς ἕως αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι <ὦσιν> καὶ καιροί, ἐνιαυτοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν. ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ «περιστερᾶς», τῆς «μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ».

6. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ. καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισμέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα· φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός. ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας «ὡς ἔχετε τὸ φῶς μεθ’ ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε», καὶ ὁ ἅγιος ἀπόστολος λέγων «ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός», καὶ πάλιν ἐν τῇ θείᾳ γραφῇ <λέγεται> «ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς». οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώσει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμηθεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ’ ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα· ἔστι γὰρ καὶ οὕτως. ὀγδοήκοντα δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ’ αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι «μία ἐστὶ περιστερά μου», καὶ πάλιν «τελεία μου», ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. εἰσὶ μὲν οὖν <αἱ> ἀπ’ ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν <οζ> τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ <αἱ> Ἰουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί· τῶν τριῶν <τούτων> ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληροῦνται καὶ ἡ μία περιλείπεται, τουτέστιν ἡ ἁγία καθολικὴ ἐκκλησία καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπ’ ἀρχῆς καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ, θελήματι τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ γενεὰν θεῷ εὐαρεστησάντων πιστευόμενος καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας <καλουμένας> ὑφ’ ἡμῶν πάλιν ἐξυμνούμενος, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου.

7. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοῖς ᾄσμασιν οὕτως ἠρίθμησεν, «ἑξήκοντα βασιλίσσας» φήσας, καὶ «ὀγδοήκοντα παλλακίδας, καὶ νεάνιδας ὧν οὐκ ἔστιν ἀριθμός. μία δέ, φησίν, ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν». καὶ ὕστερον δείκνυσι πῶς παρὰ πᾶσιν εὑρεθήσεται, ὡς ἐντιμοτέρα πασῶν οὖσα καὶ πάντων δεσπόζουσα καὶ αὐτῷ μόνη ἐκλελεγμένη, ἧς τὰ τέκνα κληρονόμα τοῦ βασιλέως καὶ τέκνα ἀληθινά, ὡς «τέκνα τῆς ἐπαγγελίας» καὶ οὐ «τέκνα τῆς παιδίσκης», οὔτε παλλακίδος, οὔτε τῶν ἄλλων τῶν ἀναρίθμως ἑρμηνευομένων. εἰ γὰρ καὶ ἀπὸ Χεττούρας τῆς παλλακίδος ἔσχεν ὁ Ἀβραὰμ τέκνα, οὐ συγκληρονόμα τυγχάνει τὰ τέκνα τῆς Χεττούρας τῷ Ἰσαάκ· δόματα δὲ ἔλαβεν, ὡς ληγάτου χάριν, ἵνα ὁ τύπος μένοι εἰς ἀναγωγὴν τοῦ λόγου, εἰς τὸ μὴ ἀπελπίσαι τινὰς τῆς τοῦ Χριστοῦ κλήσεως. καὶ γὰρ τὰ δόματα, ἃ ἔδωκε τῷ Ἰσμαὴλ καὶ τοῖς υἱοῖς Χεττούρας, τύπος ἦν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν εἰς ἐπιστροφὴν ἐθνῶν πρὸς τὴν πίστιν καὶ τὴν ἀλήθειαν. τῇ μὲν γὰρ Ἄγαρ παιδίσκῃ οὔσῃ καὶ ἀπὸ τοῦ Ἀβραὰμ ἐκβληθείσῃ (ὡς ἡ δουλεύσασα κάτω Ἱερουσαλὴμ μετὰ τῶν τέκνων αὐτῆς, περὶ ἧς εἴρηται «ἀπέρριψα τὴν μητέρα ὑμῶν», καὶ πάλιν «ἔδωκα βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς») ταύτῃ γὰρ τῇ παιδίσκῃ, Ἄγαρ δέ φημι, συμβολικώτερον δι’ ἐλπίδα ἐπιστροφῆς ἀσκὸν δίδωσιν ὕδατος, ἵνα δείξῃ «τοῦ λουτροῦ τῆς παλιγγενεσίας» τὴν δύναμιν, εἰς δόμα ζωῆς τοῖς ἀπίστοις ἀποδοθεῖσαν καὶ εἰς ἐπιστροφὴν πάντων τῶν ἐθνῶν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῖς δὲ υἱοῖς Χεττούρας τὰ δόματα ἦν χρημάτων ὕπαρξις, χρυσὸς καὶ ἄργυρος καὶ ἱματισμός, καὶ ἅτινα ἐν μυστηρίῳ Ἀβραὰμ ἀπέκλεισεν ἐν ταῖς πήραις, «λίβανον καὶ σμύρναν καὶ χρυσόν», τῶν μετὰ τῶν βασιλέων Σοδόμων καὶ Γομόρρας, τῶν <σκυλευθέντων ὑπὸ τῶν> περὶ Χοδολλογόμορ [καὶ Βαρσὰ καὶ λοιπῶν] τῶν τὴν αἰχμαλωσίαν ἀπὸ Σοδόμων καὶ Γομόρρων καὶ λοιπῶν λαβόντων καὶ σκυλευσάντων τὴν [τε] ἵππον καὶ αἰχμαλωτισάντων τὸ πλῆθος τῶν ἀνθρώπων καὶ ἀφαρπαξάντων τὰς ἀπὸ ἑκάστου περιουσίας τε καὶ χρημάτων καὶ τῶν ἄλλων πλῆθος· ἃ αὐτὸς ἀπέστρεψεν «ἀπὸ τῆς κοπῆς τῶν βασιλέων» τότε [καὶ] οὔτε ἀποστρέψαι τὰ ἤδη κυρίῳ θεῷ ἀποταχθέντα τολμήσαντος αὐτοῦ, ἀλλὰ δεδωκότος αὐτὰ δόματα μετὰ τῶν ἄλλων τοῖς υἱοῖς αὐτοῦ τοῖς ἀπὸ Χεττούρας, ὡς εὕρομεν ἐν ταῖς παραδόσεσι τῶν Ἑβραίων.

8. Ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τῶν αὐτῶν τέκνων τοῦ Ἀβραὰμ τῶν ἀπὸ Χεττούρας ἐκβληθέντων ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἀπελθόντων καὶ κατοικησάντων εἰς τὰ μέρη τὰ Ἀραβικὰ τῆς Μαγωδίας χώρας, <διὰ> τῶν ἐλθόντων μάγων ἀπὸ τῆς διαδοχῆς τῶν σπερμάτων ἐκείνων προσενεγκάντων τε δόματά τε καὶ δῶρα εἰς συμμετοχὴν τῆς αὐτῆς ἐλπίδος <προσηνέχθησαν> τῷ Χριστῷ ἐν Βηθλεὲμ τὰ αὐτὰ δῶρα, ὅτε τὸν ἀστέρα θεασάμενοι ἦλθον· ὧν δώρων τὴν σαφῆ παράστασιν ὁ προφήτης παρίστησι λέγων ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ταῦτα γὰρ ἀπὸ Δαμασκοῦ ἐν χρόνοις Ἀβραάμ, ὡς προεῖπον, ὑπὸ τῶν βασιλέων τῶν ἐλθόντων εἴληπται καὶ ἀπὸ Σαμαρείας. πότε οὖν ἔλαβεν αὐτὰ «πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα», ἀλλ’ ὅτε ἦλθον οἱ μάγοι καὶ «ἤνοιξαν τὰς πήρας ἑαυτῶν» (ἢ τοὺς θησαυρούς, ὡς ἔχει ἔνια τῶν ἀντιγράφων) καὶ «προσήνεγκαν καὶ σμύρναν καὶ λίβανον καὶ χρυσόν»; καὶ ὁρᾷς πῶς ἔχουσιν αἱ τῆς ἀληθείας φράσεις καὶ ἀκολουθίαι; ὡς καὶ αὗται αἱ αἱρέσεις παλλακίδες ὑπάρχουσι καὶ τὰ αὐτῶν τέκνα ἔλαβε δόματα, τὸ ὄνομα μόνον λαβοῦσαι, ὀνόματι μόνον Χριστοῦ κληθεῖσαι καὶ τοὺς ὀλίγους ἀπὸ τῆς θείας γραφῆς λόγους ὑποδεξάμεναι, ἵνα δι’ αὐτῶν συνῶσι τὴν ἀλήθειαν, ἐὰν θέλωσιν· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ ἀνακάμψωσι πρὸς τὸν Ἡρῴδην (παραγγέλλονται γὰρ μὴ ἀνακάμπτειν πρὸς Ἡρῴδην, ἀλλὰ δι’ ἄλλης ὁδοῦ ἀφικνεῖσθαι εἰς τὴν ἑαυτῶν πατρίδα) – ἐὰν δὲ μὴ ποιήσωσι τὰ προστεταγμένα, μάτην ἑαυτοῖς τὰ δόματα, ὡς ἐκείνοις ἡ ἔλευσις, εἰ ἀνέκαμψαν πρὸς τὸν Ἡρῴδην, διὰ τὸ ὁμοίως τὰς αὐτὰς αἱρέσεις παραχαράσσειν τῶν θείων λόγων τὰ διδάγματα.

9. Αὗται οὖν εἰσιν <αἱ> ὀγδοήκοντα παλλακίδες, ὧν ὁ ἀριθμὸς οὗτος ἐμφέρεται, κἀκεῖναι αἱ βασίλισσαι αἱ κατὰ τὰς γενεὰς ἀριθμηθεῖσαι ψυχαί, τουτέστιν ἄνδρες καὶ πατριάρχαι. νεάνιδες δέ, ὧν οὐκ ἔστιν ἀριθμός, ἐν ταῖς λοιπὸν κατὰ πάντα κόσμον φιλοσοφίαις καὶ ἑκάστης ψυχῆς πολιτείαις, τῆς μὲν οὔσης ἐπαινετῆς, τῆς δὲ οὔ. τίς γὰρ ἀριθμήσειε τοῦ κόσμου τούτου τὴν διαφοράν; πόσαι γὰρ ἄλλαι παρ’ Ἕλλησι μετὰ τὰς προειρημένας τέτταρας φανερωτάτας οὐκ ἔφυσαν καὶ ἔτι μετὰ τὰς αἱρέσεις ἐκείνας καὶ τὰς μετέπειτα κατὰ τὴν ἑκάστου γνώμην ἐν δοκήσει νεανιότητος καθ’ ἑαυτὰς γινόμεναι ψυχαί τε καὶ γνῶμαι; ὡς Πυρρώνειοι καλοῦνταί τινες καὶ ἄλλοι πλείους, ὧν τὰ ὀνόματα καὶ τὰς δόξας καθ’ εἱρμὸν ὑποτάξω, πολλῶν μὲν ὄντων τῶν εἰς γνῶσιν ἡμῶν ἐληλυθότων, πολλοστημόριον δὲ <τοῦτο> τῶν ἐν κόσμῳ ὑπαρχόντων. καὶ εἰσὶ μὲν αἱ ἐξ Ἑλλήνων αἵδε, ὧν πρώτην τάξαιμι ἀπ’ ἀρχῆς τὴν Θαλοῦ τοῦ Μιλησίου γνώμην τε καὶ δόξαν.

Αὐτὸς γὰρ Θαλῆς ὁ Μιλήσιος, εἷς ὢν τῶν ἑπτὰ σοφῶν, ἀρχέγονον πάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ πάλιν ἀναλύεσθαι.

Ἀναξίμανδρος ὁ τοῦ Πραξιάδου καὶ αὐτὸς Μιλήσιος τὸ ἄπειρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸ τὰ πάντα ἀναλύεσθαι.

Ἀναξιμένης ὁ τοῦ Εὐρυστάτου καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα τοῦ παντὸς ἀρχὴν εἶναι λέγει καὶ ἐκ τούτου τὰ πάντα.

Ἀναξαγόρας ὁ τοῦ Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιομερείας ἔφησεν εἶναι.

Ἀρχέλαος ὁ Ἀπολλοδώρου, κατὰ δέ τινας Μίλτωνος, Ἀθηναῖος δὲ ἦν, <ὁ> φυσικός, ἐκ γῆς τὰ πάντα λέγει γεγενῆσθαι. αὕτη γὰρ ἀρχὴ τῶν ὅλων ἐστίν, ὥς φησι.

Σωκράτης ὁ τοῦ † Ἐλμάγλου ἢ Σωφρονίσκου καὶ Φαιναρέτης τῆς μαίας, ὁ ἠθικός, τὰ καθ’ ἑαυτὸν ἔλεγε μόνον δεῖ<ν> περιεργάζεσθαι τὸν ἄνθρωπον, πλείονα δὲ μή.

Φερεκύδης καὶ αὐτὸς γῆν φησι πρὸ πάντων γεγενῆσθαι.

Πυθαγόρας ὁ Σάμιος, Μνησάρχου υἱός, θεὸν ἔφη εἶναι τὴν μονάδα καὶ δίχα ταύτης μηδὲν γεγενῆσθαι. ἔλεγε δὲ μὴ δεῖν θύειν τοῖς θεοῖς ζῷα μηδὲ μὴν ἐσθίειν τι τῶν ἐμψύχων μήτε κυάμους μήτε οἶνον πίνειν τοὺς σοφούς. ἔλεγε δὲ τὰ ἀπὸ σελήνης κάτω παθητὰ εἶναι πάντα, τὰ δὲ ὑπεράνω τῆς σελήνης ἀπαθῆ εἶναι. ἔλεγε δὲ καὶ μεταβαίνειν τὴν ψυχὴν εἰς πολλὰ ζῷα. ἐκέλευσε δὲ καὶ τοῖς μαθηταῖς αὐτοῦ σιωπᾶν ἐπὶ πενταετῆ χρόνον καὶ τὸ τελευταῖον θεὸν ἑαυτὸν ἐπωνόμασε.

Ξενοφάνης ὁ τοῦ Ὀρθομένους, Κολοφώνιος, ἐκ γῆς καὶ ὕδατος ἔφη τὰ πάντα γίνεσθαι. εἶναι δὲ τὰ πάντα, ὡς ἔφη, οὐδὲν ἀληθές. οὕτως τὸ ἀτρεκὲς ἡμῖν ἄδηλον, δόκησις δὲ ἐπὶ πᾶσι τέτυκται, μάλιστα τῶν ἀφανέων.

Παρμενίδης ὁ τοῦ Πύρητος, τὸ γένος Ἐλεάτης, καὶ αὐτὸς τὸ ἄπειρον ἔλεγεν ἀρχὴν τῶν πάντων.

Ζήνων ὁ Ἐλεάτης, ὁ ἐριστικός, ἴσα τῷ ἑτέρῳ Ζήνωνι, καὶ τὴν γῆν ἀκίνητον λέγει καὶ μηδένα τόπον κενὸν εἶναι. καὶ λέγει οὕτως· τὸ κινούμενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστι. καὶ οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ οὐκ ἔστιν· οὐκ ἄρα τι κινεῖται.

Μέλισσος ὁ τοῦ Ἰθαγένους, Σάμιος τὸ γένος, ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῇ φύσει, ἀλλὰ πάντα εἶναι φθαρτὰ ἐν δυνάμει.

Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός· ἐν ἀπείρῳ καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ’ οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῷ ὕδατι κώπην.

Δημόκριτος ὁ τοῦ Δαμασίππου Ἀβδηρίτης τὸν κόσμον ἄπειρον ἔφη καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἓν τέλος εἶναι τῶν πάντων, καὶ εὐθυμίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὅρους κακίας· καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως. ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε, καὶ <ὅτι> οὐ χρὴ νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν.

Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα ἃ δοκοῦμεν γινώσκειν ἀκριβῶς οὐκ ἐπιστάμεθα, οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα.

Πρωταγόρας ὁ τοῦ Μενάνδρου Ἀβδηρίτης ἔφη μὴ θεοὺς εἶναι, μηδὲ ὅλως θεὸν ὑπάρχειν.

Διογένης ὁ Σμυρναῖος, κατὰ δέ τινας Κυρηναῖος, τὰ αὐτὰ τῷ Πρωταγόρᾳ ἐδόξασε.

Πύρρων ἀπὸ Ἤλιδος τῶν ἄλλων σοφῶν τὰ δόγματα συναγαγὼν πάντα ἀντιθέσεις αὐτοῖς ἔγραψεν, ἀνατρέπων τὰς δόξας αὐτῶν, καὶ οὐδενὶ δόγματι ἠρέσκετο.

Ἐμπεδοκλῆς ὁ τοῦ Μέτωνος Ἀκραγαντῖνος πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τέτταρα πρωτόγονα εἰσέφερε στοιχεῖα, καὶ ἔλεγεν ἔχθραν ὑπάρχειν πρῶτον τῶν στοιχείων. κεχώριστο, γάρ φησι, τὸ πρότερον, νῦν δὲ συνήνωται, ὡς λέγει, φιλωθέντα ἀλλήλοις. δύο οὖν εἰσι κατ’ αὐτὸν ἀρχαὶ καὶ δυνάμεις, ἔχθρα καὶ φιλία, ὧν ἡ μέν ἐστιν ἑνωτική, ἡ δὲ διαχωριστική.

Ἡράκλειτος ὁ τοῦ Βλέσωνος Ἐφέσιος ἐκ πυρὸς ἔλεγε τὰ πάντα εἶναι καὶ εἰς πῦρ πάλιν ἀναλύεσθαι.

Πρόδικος τὰ τέσσαρα στοιχεῖα θεοὺς καλεῖ, εἶτα ἥλιον καὶ σελήνην· ἐκ γὰρ τούτων πᾶσι τὸ ζωτικὸν ἔλεγεν ὑπάρχειν.

Πλάτων Ἀθηναῖος θεὸν ἔλεγε καὶ ὕλην εἶναι καὶ εἶδος, τὸν κόσμον δὲ γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν λέγει. εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν. ἔλεγε δὲ τοὺς γάμους καὶ τὰς γυναῖκας δεῖν κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα ἰδίᾳ μίαν ἔχειν γαμετήν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι.

Ἀρίστιππος ὁ Κυρηναῖος· οὗτος γαστρίμαργος ὢν καὶ φιλήδονος τέλος ἔφη τῆς ψυχῆς τὴν ἡδονήν, καὶ ὅστις ἥδεται, εὐδαίμων οὗτος, ὁ δὲ μηδ’ ὅλως ἡδόμενος τρισάθλιος καὶ κακοδαίμων, ὥς φησι.

Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λόγους. ᾤετο γὰρ μὴ εἶναι θεῖον, καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν, ἐπιορκεῖν, ἁρπάζειν καὶ μὴ ὑπεραποθνήσκειν πατρίδος. ἔλεγε γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον, καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμονοῦντα, φεύγειν δὲ <δεῖν> τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός. καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπειθῆ.

Ἡγησίας Κυρηναῖος· οὗτος ἔφη μήτε φιλίας μήτε χάριτας εἶναι. μὴ ὑπάρχειν γὰρ αὐτὰς ἔλεγεν, ἀλλὰ χρῄζων τις ἔδωκε χάριν ἢ κρεῖττόν τι παθὼν εὐεργετεῖ. ἔλεγε δὲ καί· τῷ φαύλῳ ἀνδρὶ λυσιτελὲς τὸ ζῆν, τῷ δὲ σοφῷ τὸ ἀποθανεῖν, ὥς τινας ἐκ τούτου πεισιθάνατον αὐτὸν καλέσαι.

Ἀντισθένης ὁ ἐκ Θρᾴττης μητρός, αὐτὸς δὲ Ἀθηναῖος, τὸ πρῶτον Σωκρατικός, ἔπειτα Κυνικός, ἔφησε μὴ χρῆναι τὰ καλὰ ζηλοτυπεῖν ἑτέρων ἢ τὰ παρ’ ἀλλήλοις αἰσχρά, τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς τὸν ἔσω προδότην, ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς τείχη καὶ ἀρραγῆ.

Διογένης ὁ Κυνικός, ἀπὸ Σινώπης τῆς κατὰ τὸν Πόντον πόλεως, τὰ πάντα Ἀντισθένει συνῆν. ἔφησε τὸ ἀγαθὸν † οἰστὸν παντὶ σοφῷ εἶναι, τὰ δ’ ἄλλα πάντα οὐδὲν ἢ φλυαρίας ὑπάρχειν.

Κράτης ἀπὸ Θηβῶν τῶν Βοιωτικῶν, καὶ αὐτὸς Κυνικός, ἔλεγεν ἐλευθερίαν εἶναι τὴν ἀκτημοσύνην.

Ἀρκεσίλαος ἔφασκε τῷ θεῷ ἐφικτὸν εἶναι μόνῳ τὸ ἀληθές, ἀνθρώπῳ δὲ οὔ.

Καρνεάδης τὰ αὐτὰ τῷ Ἀρκεσιλάῳ ἐδόξασεν.

Ἀριστοτέλης ὁ Νικομάχου, κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾲξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει.

Θεόφραστος Ἐρέσιος τὰ αὐτὰ Ἀριστοτέλει ἐδόξασε.

Στράτων [ὢν] ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου, καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι.

Πραξιφάνης Ῥόδιος τὰ αὐτὰ τῷ Θεοφράστῳ ἐδόξασε.

Κριτόλαος ὁ Φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε.

Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ’ ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον. τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ’ ἡμῖν, πῆ δὲ οὐκ ἐφ’ ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν. ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος * καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι’ ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι.

Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον * μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.

Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε.

Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι.

Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς.

Παναίτιος ὁ Ῥόδιος τὸν κόσμον ἔλεγεν ἀθάνατον καὶ ἀγήρω, καὶ τῆς μαντείας κατ’ οὐδὲν ἐπεστρέφετο, καὶ τὰ περὶ θεῶν λεγόμενα ἀνῄρει. ἔλεγε γὰρ φλήναφον εἶναι τὸν περὶ θεοῦ λόγον.

Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν.

Ἀθηνόδωρος Ταρσεὺς τὰ αὐτὰ Χρυσίππῳ ἐδόξασε καὶ τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισεν.

Ἐπίκουρος ὁ Νεοκλέους ἐν Ἀθήναις τραφείς, φιλήδονον βίον μετῆλθε, καὶ οὐκ ἠρυθρία γυναιξὶ συνὼν δημοσίᾳ ἀκολάστοις καθ’ ἃ πρῴην περὶ αὐτοῦ εἴπομεν. πάλιν ἔλεγε μὴ εἶναι θεοὺς ἀλλ’ ἢ μόνον τύχην διοικεῖν τὰ πάντα, καὶ μηδὲν εἶναι τῶν ἐν τῷ βίῳ ἑκούσιον, μήτε μάθησιν μήτε ἀπαιδευσίαν μήτε ἄλλο μηδέν, ἀλλὰ πάντα ἀκούσια γίνεσθαι πᾶσι. καὶ οὐ χρὴ ψέγειν τινά, ὥς φησιν, οὔτε ἐπαινεῖν· οὐ γὰρ ἑκόντες ταῦτα ὑφίστανται. ἔλεγε δὲ μὴ δεῖν φοβηθῆναι τὸν θάνατον. διεβεβαιοῦτο δέ, ὡς ἤδη ἔφην, καὶ ἐξ ἀτόμων τὸ πᾶν τὴν σύστασιν ἔχειν καὶ τὸν κόσμον ἐν ἀπείρῳ εἶναι.

10. Καὶ οὗτοι μὲν οἳ ἐξ Ἑλλήνων εἰς γνῶσιν ἡμῶν ἐληλύθασιν· ἄλλοι δὲ ὅσοι κατὰ τὴν βάρβαρον καὶ Ἑλλάδα Ῥωμα<ν>ίαν τε καὶ τὰ ἄλλα κλίματα τῆς οἰκουμένης· ἑβδομήκοντα δύο μὲν ἀηδεῖς φιλοσοφίαι ἐν τῇ τῶν Ἰνδῶν ἐμφέρονται φατρίᾳ, τῶν τε γυμνοσοφιστῶν, τῶν τε Βραχμάνων, ἐπαινετῶν τούτων μόνων, τῶν τε Ψευδοβραχμάνων, τῶν τε νεκυοφάγων, τῶν τε αἰσχροποιῶν, τῶν τε ἀπηλγημένων· ὧν τὸ κατ’ εἶδος λέγειν καὶ τὰ παρ’ αὐτῶν μυσαρὰ γινόμενα περιττὸν ἡγησάμεθα καὶ οὐδὲ<ν> ἄξιον, διὰ τὴν πολλὴν ἐν τοῖς ἀνθρώποις φθοράν, κακίας τε καὶ * ἐργασίαν. ἐν μὲν γὰρ τῇ Μηδίᾳ ἓξ αἱρέσεις πάλιν λέγονται εἶναι διάφοροι, ἐν δὲ τῇ Αἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε ἢ ἐν τῇ Παρθίᾳ ἢ Ἐλαμίτιδι ἢ Κασπίᾳ ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ ἢ ὁπόσοι ἐν τοῖς Δαύνισιν ἢ παρὰ Ζικχοῖς καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι καὶ Βοσπορηνοῖς ἢ Γηλοῖς ἢ Σηροῖς ἢ τοῖς ἄλλοις ἔθνεσι, <πόσαι> νόμων τε διαφοραὶ καὶ φιλοσοφιῶν καὶ αἱρέσεων καὶ διαφορῶν ἄμετρον πλῆθος. ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι, γυναιξὶν ἑτοιμαζόμενοι, αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι. παρὰ Γηλοῖς δὲ τοὐναντίον οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται. παρ’ Ἕλλησι δὲ πόσα μυστήρια καὶ τελεταί; ὡς αἱ μεγαρίζουσαι γυναῖκες καὶ θεσμοφορι<ά>ζουσαι ἀλλῆλαι πρὸς ἀλλήλας διαφέρονται· ὅσα τε ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια Δηοῦς καὶ Φερεφάττης καὶ τῶν ἐκεῖσε ἀδύτων τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω, τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη καὶ κύμβαλον καὶ κυκεὼν ἐκπώματι κατεσκευασμένος, ὅσα τε ἄλλα, τὰ ἐν Πυθοῖ Ἀρχεμόρου [τὰ] μυστήρια, ἐν Ἰσθμοῖ[ς] δὲ ἕτερα, Ἀθάμαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου· καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέφοντες, αἵ τε † φαλλαρίζουσαι αἰσχρουργίας μελετήματα, οἵ τε τὴν Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντες [τε] τὸν παῖδα τὸν ἄρρενα, ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι οὔτε γυναῖκες γεγενημένοι· Διονύσιοί τε ἕτεροι, οἱ τοὺς Κούρητας καὶ τὴν κρεωνομίαν μυοῦντες, τοὺς ὄφεις ἀνεστεμμένοι, εὐάζοντες τὸ οὐὰ οὐά, ἐκείνην τὴν Εὔαν ἔτι τὴν διὰ τοῦ ὄφεως ἀπατηθεῖσαν ἐπικαλούμενοι ἢ διὰ τῆς δασείας φωνῆς τὸν ὄφιν ἀπὸ τῆς Ἑβραΐδος εἰς ἑαυτῶν πλάνην κικλήσκοντες. Εὔα γὰρ κατὰ τὴν ψιλὴν ἀπόδοσιν τὴν γυναῖκα, κατὰ δὲ τὴν δασεῖαν εὑΐα τὸν ὄφιν παῖδες Ἑβραίων ὀνομάζουσι.

11. Καὶ «τί ἐρῶ; ἐπιλείψει γάρ μοι ὁ καιρὸς διηγουμένῳ» περὶ τῶν ἀμυθήτως ἐχόντων τῷ ἀριθμῷ ἐν ταῖς τῶν ἀνθρώπων διαφοραῖς πρὸς τῇ ἀρετῇ τε καὶ φαυλότητι· ὅσοι μὲν κατὰ τὴν Αἰγυπτίων χώραν τῷ μὲν Κρόνῳ ἕτεροι τελισκόμενοι, κλοιοῖς ἑαυτοὺς σιδηρέοις καθείρξαντες, χαίτῃ τε ὑπερτάτῃ, ἐσθῆτί τε ῥυπαρᾷ καὶ καταμεμωκημένῃ <χρώμενοι>, ὡς κρίκοις μὲν τοὺς ἑαυτῶν μυκτῆρας ἐμπείραντες καθ’ ἑκάστην τῷ Κρόνῳ ἐν τῇ Ἀστῷ καλουμένῃ (πολίχνη δέ ἐστιν αὕτη μητροκωμία κατὰ τὸν Προσωπίτην καλούμενον νομόν) κατὰ τὰς ἐναγεῖς τῆς πανδήμου τῶν πεπλανημένων συνελεύσεως τελετὰς καὶ τῶν παταγιζόντων καὶ ὀργιώντων ἐμμανεῖς δῆθεν ἱεροφαντίας σχηματίζονται· ἐξώλεις δὲ οὗτοι. παρ’ ἄλλοις δὲ ὅσοι, ὡς οἱ μὲν παρὰ τὸν Βουτικὸν ἢ αὐτὴν τὴν Βουτὼ τὴν πολίχνην τὸν Ἁρποκράτην τιθηνοῦντες, οἳ γέροντες μὲν ἤδη εἰσὶ τὴν ἡλικίαν *, οἱ πρὸς τῇ ἱερομηνίᾳ τὰς φαντασιώδεις τοῦ Ὤρου ἐνθουσιάσεις ἐπιτελεῖν ἐκ τοῦ δαίμονος ἀναγκαζόμενοι. ἕκαστος δὲ τῶν πολιτῶν, καὶ πρεσβύτης ἤδη ὑπεράγαν ἅμα νεανίαις ὁμοτρόποις καὶ ἑτέραις ἡβηδὸν ἡλικίαις, ἱερεῖς τοῦ αὐτοῦ Ὤρου δῆθεν καὶ Ἁρποκράτους, ἐπὶ τῆς κάρας ἐξυρημένοι, [μᾶλλον ἕκαστος φέρει] ἀναιδῶς τὸ δουλικὸν ὁμοῦ καὶ ἐπικατάρατον καὶ παιδαριῶδες σῆμα φέροντες, ἀθύρμασί τε παρὰ τοῖς συνετοῖς τοῖς ἀπὸ τοῦ δαίμονος ἑαυτοὺς ἐκδεδωκότες, ἐμμανεῖς τε καὶ ἀφραίνοντες γελοιώμενοί τε ἀσχέτως φέρονται, ἀθήραις τε καὶ σεμιδάλεσιν, ἄλλαις τε βαναυσοποιίαις πρῶτον μὲν τὰς ὄψεις χρίσαντες, εἶτα λέβητι ἀνακοχλάζοντι τὸ πρόσωπον ἐνθέντες ἀπό τε τοῦ προσώπου δῆθεν ὑπὲρ θαύματος ἀπατηλῶς τὰ πλήθη ἐξοιστρήσαντες, μεταδιδόασι τῇ χειρὶ ἀπὸ τοῦ προσώπου ἀπομαξάμενοι ἑκάστῳ τῶν αἰτησάντων εἰς μετάληψιν ὑγείας τε καὶ ἄκους πόνων ἕνεκεν.

12. Τὰς δὲ Μεμφίτιδας <καὶ> Ἡλιουπολίτιδας ὀργ<ι>ώσας, τυμπάνῳ τε καὶ αὐλῷ τὸ θέλγη[ς]τρον εἰς ἑαυτὰς λαμβανούσας εἰ διηγησαίμην, χορίτιδάς τε καὶ τριε<τη>ρίτιδας καὶ τὰς ἐπὶ τῆς Βαθείας καὶ ἐν Μενουθίτιδος ἔξω βεβηκυίας αἰδοῦς τε καὶ καταστάσεως γυναικείας, πόσοις ὄγκοις γλώττης, ἢ πόσῳ πλάτει συντάξεως ἑαυτὸν ἐπιδοὺς ἐπὶ τὸν προειρημένον ἀριθμὸν τὸν ἀμύθητον ἑαυτὸν ἐκδοῦναι δυνήσωμαι; εἰ γὰρ καὶ κάματον ὑπερβάλλοντα εἰς ἐμαυτὸν ἀναδεξαίμην, ἀτέλεστον καταλείψαιμι τὴν τούτων κατάληψιν, ἐπειδὴ γὰρ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός» εἴρηται. τά τε ἐν Σάϊ τά τε ἐν Πηλουσίῳ τά τε ἐν Βουβαστῷ τά τε ἐν Ἀβύδῃ τά τε τοῦ Ἀντινόου τεμένη, καὶ τὰ ἐκεῖσε μυστήρια, τὰ ἐν Φαρβήτῳ, τὰ κατὰ τὸν τράγον τοῦ Μενδησίου, ὅσα τε ἐν Βουσίρι, πόσα τε ἐν Σεβεννύτῳ, πόσα τε ἐν Διοσπόλει, ὡς πῆ μὲν τῷ ὄνῳ εἰς ὄνομα τοῦ Σήθ, δῆθεν τοῦ Τυφῶνος, τελετὰς ἐργάζονται, ἄλλοι δὲ τὴν Τιθραμβώ, Ἑκάτην ἑρμηνευομένην *, ἕτεροι τῇ Σενέφθυ, ἄλλοι δὲ τῇ Θερμούθι τελίσκονται, ἄλλοι δὲ τῇ Ἴσιδι. καὶ πόσα ἔστι τοιαῦτα λέγειν, ὧν τὸ κατ’ εἶδος εἰπεῖν <ἐπιχειροῦντι> πολὺς χρόνος ἀναλωθήσεται. διὸ περιλήψεται πάντη ὁ λόγος πληρούμενος διὰ τοῦ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός». ἑτέρων δὲ πάλιν μυστηρίων πολλῶν καὶ αἱρεσιαρχῶν καὶ σχισματοποιῶν † ὧν μὲν ἀρχηγοὶ παρὰ Πέρσαις Μαγουσαῖοι, παρὰ δὲ Αἰγυπτίοις προφῆται καλούμενοι, τῶν ἀδύτων τε καὶ ἱερῶν ἀρχηγοί, καὶ μάγων Βαβυλωνίων δὲ οἵ τε καλούμενοι Γαζαρηνοί, σοφοί τε καὶ ἐπαοιδοί, Ἰνδῶν δὲ οἱ Εὐίλεοι καλούμενοι καὶ Βραχμᾶνες, Ἑλλήνων <δὲ> ἱεροφάνται τε καὶ νεωκόροι, Κυνικῶν πλῆθος καὶ ἄλλων ἀμυθήτων φιλοσόφων ἀρχηγοί.

13. Τοίνυν, ὡς προεῖπον, παρὰ Πέρσαις Μαγουσαῖοι καλούμενοι, οἱ εἴδωλα μὲν βδελυττόμενοι, † εἰδώλοις δὲ προσκυνοῦντες πυρὶ καὶ σελήνῃ καὶ ἡλίῳ. ἄλλοι τε πάλιν ἐν τῇ Ἑλλάδι Μυσοὶ καλούμενοι Ἄβιοι, γάλακτι ἵππων χρώμενοι καὶ τὸ πᾶν ἀγρίαν χώραν κατοικοῦντες. καὶ πόσα δυνήσεται ὁ νοῦς τῶν ἀνθρώπων συλλέγειν τῶν τοσούτων καὶ μεγάλων ὀνομαζομένων καὶ ἐν ταῖς ἐπαινουμέναις <ἀριθμουμένων>, ὅσαι εἰσὶ διαφοραὶ «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός», τῶν μὲν πρὸς ἔπαινον, ἄλλων δὲ μὴ ἐπαινουμένων, τῶν μὲν ἀπ’ ἰδίου νοὸς τὰ πρὸς πολιτείας ἄσκησιν καὶ θεσμὸν ἑαυτοῖς συλλεγόντων, ἐν κόμαις τε προόπτως προερχομένων, ἄλλων δὲ καὶ ἐν σάκκῳ προφανεῖ, ἄλλων δὲ ἁγίων ἀδελφῶν ἐν σάκκῳ καὶ σποδῷ οἴκαδε καθεζομένων, καὶ ἔτι ἄλλων ἐν πολιτείαις καὶ νηστείαις ὑπερβαλλούσαις καμάτῳ προστιθέντων ἐν νεανιότητι, <διὰ> τὴν πρὸς τὸν νυμφίον τελείαν συνείδησιν, ἑτέρων δέ, ὡς προεῖπον, οὐκ ὀρθῶς, ἀλλὰ κατά τινα πρόληψιν νοὸς τυραννικῶς παρὰ τὴν ἀλήθειαν νεανιευομένων, ὡς Ζακχαῖος μὲν πρὸ βραχέος τελευτήσας ἐν τῇ ὀρεινῇ τῇ περὶ τὰ Ἱεροσόλυμα, ὃς οὐδενὶ ὅλως συνευχόμενος διετέλεσεν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν ὑπόθεσιν τολμηρῶς ἁγίων μυστηρίων ψαύειν καὶ ἱερουργεῖν λαϊκὸς ὢν ἀφειδῶς ἐπεχείρει. ἕτερος δέ τις, ὅστις ποτὲ ἦν ἀνὴρ ἐκεῖνος [καὶ] τῶν δοκούντων ἐν ἀκρότητι βίου πεπολιτεῦσθαι, πρὸς τὴν Αἴγυπτον ἐπὶ τὰ ἐρημικὰ κατοικήσας ἐν μοναστηρίῳ, καὶ ἄλλος πρὸς τῷ Σιναίῳ, οἳ ἀπὸ ὀνειράτων ἐνεανιεύσαντο, <ὡς> ἐπισκοπῆς δεξάμενοι χειροθεσίαν, καθῆσθαί τε καὶ τὰ ἐπισκόπων πράττειν καὶ αὐτοὶ ἐπεχείρουν. ἕτεροι δὲ καὶ οὐκ ὀλίγοι εὐνουχίζειν ἑαυτοὺς παρὰ τὰ προστεταγμένα δῆθεν νεανιεύματος χάριν ἐτόλμησαν. ἕτεροι δὲ δοκοῦντες νεανιεύεσθαι τολμῶσι παρὰ τοὺς κανόνας, ἀπὸ ὀρθοδόξων ὁρμώμενοι, σύλλογον ἑαυτοῖς ἐπισπάσασθαι, ἀλλὰ καὶ ἄνευ ἐπικρίσεως συνόδου οἰκουμενικῆς ἀναβαπτίζειν τοὺς ἐρχομένους πρὸς αὐτοὺς δῆθεν ἀπὸ Ἀρειανῶν, μηδέπω τοῦ πράγματος ἐξ ἐπικρίσεως ὡς ἔφην συνόδου τμηθέντος, διὰ τὸ ἀναμὶξ τοὺς λαοὺς ὑπάρχειν ἔτι δεῦρο καὶ πολλοὺς μὲν εἶναι ὀρθοδόξους, κατὰ δὲ ὑπόκρισιν πρὸς τοὺς ἀρειανίζοντας συνημμένους, ἕως ἂν ἀφορισμὸς γένηται τῆς τοιαύτης βλασφήμου αἱρέσεως καὶ τότε τὰ κατ’ αὐτῆς ὁρισθήσεται. ἐκ τούτων δὲ τῶν οὕτως ἀναβαπτιζόντων ἀπ’ ἰδίου κελεύσματος εἰς ἡμετέρας ἀκοὰς ἀφῖκται εἷς ὑπάρχων ἐν τῇ τῶν Λυκίων χώρᾳ πρεσβύτερος· εἰσὶ δὲ καὶ ἄλλοι ὧν ἕκαστος καθ’ ἑαυτὸν εὔχεται καὶ οὐ μετά τινος τὸ παράπαν, ἕτεροι δὲ ἐν κλοιοῖς παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. διόπερ ἐπὶ τέλει παντὸς τοῦ λόγου «νεάνιδας» ἔφην «μὴ ἐχούσας ἀριθμὸν» τάς γε κατὰ τὴν ἰδίαν ἔννοιαν ἑαυταῖς νεανιζούσας, οὐ μὴν εἰς τὸ ἀγαθόν, εἰς τὸ τελειοῦν τῆς σοφίας τὰ εἴδη, φρονήσεώς τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· ἐξ ὧν ἄλλαι νεανίζουσαι ἐπὶ τὸ τυραννικώτερον καὶ ἀπὸ τῆς ἀληθείας <ἀλλότριον> ἑαυτὰς ἐκτρέπουσιν, ὥστε μὴ εἶναι ἀριθμὸν τούτων.

14. Αὐτὴ δὲ ἡ μία περιστερὰ καὶ ἁγία παρθένος θεὸν ὁμολογεῖ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, πατέρα τέλειον, υἱὸν τέλειον, πνεῦμα ἅγιον τέλειον, ὁμοούσιον τὴν τριάδα, οὐ συναλοιφὴν τὴν τριάδα, ἀλλὰ τὸν υἱὸν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, οὖσαν δὲ ἀεὶ τὴν τριάδα καὶ μηδέποτε προσθήκης ἐπιδεομένην, μὴ ἔχουσαν δέ τι ἐν ἑαυτῇ ὑποβεβηκός, εἰς μίαν δὲ ἑνότητα καὶ μίαν ἀρχὴν τοῦ θεοῦ καὶ πατρὸς ἀναγομένην, καὶ ἐκ ταύτης τῆς τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὰ πάντα κεκτίσθαι, οὐκ ὄντα ποτέ, οὔτε συνόντα τῷ θεῷ, οὔτε προϋπάρξαντα, γενόμενα δὲ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. καὶ τοῦτον τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τοῖς αὐτοῦ ἁγίοις καὶ ἀπ’ αἰῶνος καταξιώσαντα ἐν ὀπτασίαις φανῆναι, καθάπερ ἠδύνατο ἕκαστος χωρεῖν κατὰ τὸ χάρισμα αὐτῷ διὰ τῆς θεότητος <δοθέν>, ὅπερ ἐχαρίζετο ἑκάστῳ τῶν καταξιουμένων, πῆ μὲν πατέρα θεάσασθαι, καθὼς ἠδύνατο ἕκαστος, <πῆ δὲ> ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, ὡς <ἐν>εχώρει· ὡς ἐν στόματι τοῦ Ἠσαΐου ἔλεγεν «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός», τοῦτο φωνὴ πατρός· καὶ ὡς ὁ Δανιὴλ εἶδε «τὸν παλαιὸν τῶν ἡμερῶν», τοῦτο ὀπτασία πατρός· ὡς δὲ ἐν τῷ προφήτῃ πάλιν «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τοῦτο φωνὴ υἱοῦ· ὡς δὲ ἐν Ἰεζεκιήλ «καὶ ἔλαβέ με πνεῦμα θεοῦ» καὶ «ἐξέβαλέ με εἰς τὸ πεδίον», τοῦτο περὶ ἁγίου πνεύματος. καὶ πολλὰ ἔστι τοιαῦτα λέγειν, ὧν ὀλίγων ἀπὸ μέρους ὑπομνησθέντες ἐν παραδρομῇ εἰς τὸ δεῖξαι τὸν χαρακτῆρα τῆς ἐκκλησίας τὰ δύο ῥήματα παρεθέμεθα, μυρίων ὄντων καὶ ἐπέκεινα τῶν ὁμοίων τούτοις ἐν ταῖς θείαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης ἐμφερομένων. καὶ ὅτι αὐτὸς ὁ κύριος ἔπλασε τὸ σῶμα τῷ Ἀδὰμ καὶ «ἐνέπνευσεν αὐτῷ πνοὴν ζωῆς», κτίσας αὐτῷ «ψυχὴν ζῶσαν», καὶ ὅτι αὐτὸς δέδωκε τὸν νόμον τῷ Μωυσῇ ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία θεότης, καὶ ὅτι οἱ προφῆται ὑπὸ τῆς αὐτῆς θεότητος ἀπεστάλησαν, καὶ ὅτι αὐτὸς ἡμῖν ὁ θεός, ὁ Ἰουδαίων τε καὶ Χριστιανῶν ὢν θεός, Ἰουδαίους τε καλέσας εἰς δικαίωσιν τοὺς μὴ ἀρνουμένους τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ παρουσίαν καὶ πάντας σῴζων τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας καὶ μὴ ἀρνουμένους τὴν ἀλήθειαν τοῦ κηρύγματος τῆς ἀληθινῆς καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. ἦλθε γάρ, ἦλθεν ὁ μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν ἐκκλησία, ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὴν «κύπριν» τῆς ἀμπέλου καὶ «βότρυν» φέρουσα ἡμῖν «τῆς εὐλογίας» καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ’ ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ, χαριζομένη ἄκρατον, ἀληθές.

15. Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέροις, μηδὲν ἀφ’ ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιότητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρωπίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν διαβεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλήσαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην· τέλειος ἄνωθεν θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ’ αὐτὸς ὅλος ἐνανθρωπήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορηθεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης, βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβάνων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευκότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος·

16. ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς τοῦ ὕδατος ἰσχύος, ἵνα μὴ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν· καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθαρίσῃ μόνον, ἀλλ’ ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως καὶ ὀνομασίας <δύναμις> τῆς ἁγιαστείας γένηται ἡμῖν εἰς τελείωσιν σωτηρίας. ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, ἀκούων φωνὴν πατρός, * εἰς ἀκοὴν παρόντων μαθητῶν εἰς τὸ ὑποδεῖξαι τίς ὁ μαρτυρούμενος καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατερχομένου, καθάπερ ἐν πολλαῖς αἱρέσεσιν εἰρήκαμεν, ἵνα μὴ συναλοιφὴ ἡ τριὰς νομισθείη, σχηματοποιουμένου τοῦ πνεύματος ἐν ἰδίᾳ ὑποστάσει, ἐπικαθεζομένου δὲ τοῦ πνεύματος καὶ «ἐρχομένου ἐπ’ αὐτόν», ἵνα ὀφθῇ ὁ μαρτυρούμενος, ἵνα ἡ σὰρξ ἡ ἁγία φίλη οὖσα καὶ εὐδοκουμένη ὑπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος μαρτυρηθείη, ἵνα ὁ πατὴρ εὐδοκητὴς κηρυχθείη τῆς τοῦ υἱοῦ ἐνσάρκου παρουσίας, ἵνα ὁ υἱὸς ἀληθινὸς ὀφθείη καὶ πληρωθῇ τὸ εἰρημένον «καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ μετὰ τῶν ἀνθρώπων συνανεστράφη»· ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, καὶ σαφῶς καὶ ἀληθινῶς ὑπὸ τοῦ διαβόλου πειρασθεὶς ἐν τῇ ἐρήμῳ, καὶ πεινάσας ὕστερον διὰ τὴν ἀκολουθίαν καὶ ἀλήθειαν τῆς ἐνσάρκου παρουσίας καὶ ἐπιλεξάμενος μαθητὰς καὶ κηρύξας ἀλήθειαν καὶ ἰασάμενος τὰ πάθη, καθευδήσας, πεινάσας, ὁδοιπορήσας, θεοσημείας ἐργασάμενος, νεκροὺς ἐγείρας, τυφλοῖς τὸ βλέπειν παρασχόμενος, χωλοὺς καὶ παραλυτικοὺς ἰσχυροποιήσας· [ὡς] ἐκήρυξε τὸ εὐαγγέλιον, τὴν ἀλήθειαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος.

17. Ὁ ὑπὲρ ἡμῶν τὸ πάθος ὑπομείνας ἐν ἀληθείᾳ ἐν τῇ σαρκὶ καὶ ἐν τῇ τελείᾳ ἐνανθρωπήσει, παθὼν ἐν ἀληθείᾳ ἐπὶ τοῦ σταυροῦ, συνούσης αὐτῷ τῆς θεότητος, ἀλλ’ οὐ τραπείσης εἰς τὸ πάσχειν, οὔσης δὲ ἀπαθοῦς καὶ ἀτρέπτου, τῶν δύο ἀκολουθιῶν σαφῶς κατανοουμένων, «Χριστοῦ πάσχοντος ὑπὲρ ἡμῶν σαρκί», ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι, οὐ τοῦ ἀνθρώπου κατ’ ἰδίαν ὄντος καὶ τῆς θεότητος κατ’ ἰδίαν, ἀλλὰ συνούσης τῆς θεότητος, μὴ πασχούσης δὲ διὰ τὸ ἀκραιφνὲς καὶ ἀσύγκριτον τῆς οὐσίας, πάσχοντος δὲ <τοῦ Χριστοῦ> ἐν σαρκὶ καὶ θανατουμένου ἐν σαρκί, ζῶντος δὲ ἀεὶ ἐν θεότητι καὶ ἐγείροντος τοὺς νεκρούς· τοῦ σώματος ταφέντος ἐν ἀληθείᾳ καὶ ἀψύχου μείναντος τὸ τριήμερον, ἄπνου τε καὶ ἀκινήτου, ἐνειληθέντος διὰ τῆς σινδόνος, κατατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέντος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων, οὐχὶ τῆς θεότητος συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλωσίαν, κλασάσης «κέντρον θανάτου», «διαρρηξάσης» τὰ κλεῖθρα καὶ «τοὺς μοχλοὺς» τοὺς ἀδαμαντίνους, καὶ «λυσάσης ὠδῖνας Ἅιδου» ἐν ἰδίᾳ ἐξουσίᾳ, ἀνελθούσης σὺν τῇ ψυχῇ, «μὴ ἐαθείσης τῆς ψυχῆς εἰς Ἅιδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθοράν», ἀναστησάσης αὐτὴν τῆς θεότητος, ἢ ἀναστάντος αὐτοῦ τοῦ κυρίου θεοῦ λόγου καὶ υἱοῦ θεοῦ, σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος λοιπὸν τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον καὶ μάστιξι παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν καὶ πείνῃ προσπελάζειν καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ· αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν τῇ θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνούσης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. ἀνέστη γὰρ καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτόν, εἰς ἓν πνεῦμα, εἰς μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συνέφαγε καὶ συνέπιε, καὶ συνηυλίσθη μετ’ αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἀλλὰ «εἰσῆλθε θυρῶν κεκλεισμένων» καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα, ὅτι δὲ συνήφθη εἰς μίαν ἑνότητα καὶ μίαν θεότητα, μηκέτι προσδοκώμενον παθεῖν, μηκέτι ἀποθνῆσκον, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ἀνέστη Χριστός, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει»· τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκόν, σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει· αὐτόθεος ὤν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ σῶμα, ἀλλὰ συνενώσας εἰς τὸ πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος, ὡς καὶ τὰ ἡμῶν σώματα μέλλει «τὰ νῦν σπειρόμενα ψυχικὰ ἐγείρεσθαι πνευματικά, τὰ νῦν σπειρόμενα ἐν φθορᾷ ἐγείρεσθαι ἐν ἀφθαρσίᾳ, τὰ νῦν σπειρόμενα ἐν θανάτῳ ἐγείρεσθαι ἐν ἀθανασίᾳ». εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; ὡς καὶ ἐν τούτῳ ἐπιμαρτυρεῖ ὁ ἀπόστολος λέγων «εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλ’ αὐτὴν μὲν οὖσαν * καὶ τῷ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα, ὥς φησι, «κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ταύτην ὁμοῦ θεὸν ἔχουσαν, ἀπαθῆ καὶ παθόντα, καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ὥς φησιν ἐν ἀληθείᾳ, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος».

18. Καὶ γὰρ πιστεύει ἡ μήτηρ ἡμῶν αὐτὴ ἡ ἁγία ἐκκλησία, ὡς καὶ αὐτῇ ἀληθῶς κεκήρυκται καὶ ἀληθῶς προστέτακται, ὅτι κοιμηθησόμεθα πάντες καὶ ἀναστησόμεθα σὺν σώματι τούτῳ, σὺν ψυχῇ ταύτῃ, σὺν παντὶ τῷ ἡμετέρῳ σκεύει, «ἵνα ἕκαστος ἀπολάβῃ πρὸς ἃ ἔπραξεν». ὅτι γὰρ ἀνάστασις νεκρῶν καὶ κρίσις αἰώνιος καὶ βασιλεία οὐρανῶν καὶ ἀνάπαυσις τοῖς δικαίοις <ἀνάκειται> καὶ κληρονομία πιστῶν καὶ χορὸς μετ’ ἀγγέλων τοῖς τετηρηκόσι τὴν πίστιν καὶ τὴν ἁγνείαν καὶ τὴν ἐλπίδα καὶ τὰς τοῦ κυρίου ἐντολάς, ἀληθές ἐστι καὶ κεκήρυκται καὶ ἠσφάλισται καὶ πεπίστευται ὅτι «οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον» κατὰ τὸ γεγραμμένον ἐν τοῖς εὐαγγελίοις. ὅσα γὰρ λέγει καὶ ὁ ἀπόστολος καὶ πᾶσαι αἱ ἅγιαι γραφαὶ ἀληθινὰ τυγχάνει, εἰ καὶ παρὰ τοῖς ἀπιστήσασι καὶ κακῶς νενοηκόσιν ἑτέρως ὑπολαμβάνεται. ἡμῖν δὲ αὕτη ἡ πίστις καὶ αὕτη ἡ τιμὴ καὶ αὕτη ἡ μήτηρ ἡμῶν ἡ ἐκκλησία, διὰ πίστεως σῴζουσα καὶ δι’ ἐλπίδος κρατυνομένη καὶ ἀγάπῃ Χριστοῦ τελειουμένη, ἔν τε τῇ ὁμολογίᾳ ἔν τε τοῖς μυστηρίοις ἔν τε τῇ τοῦ λουτροῦ καθαρσίῳ δυνάμει, ὅτι <φησὶν> «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς ὄνομα δὲ θεϊκῆς τριάδος, ὀνομασίας μηδεμίαν διαφορὰν ἐχούσης, ἀλλ’ ὁ θεὸς εἷς ἡμῖν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἐν ἀποστόλοις, ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ κεκήρυκται καὶ κατήγγελται καὶ πεπίστευται, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μή τις συναλοιφὴ οὖσα ἡ θεότης, ἀλλὰ τριὰς οὖσα ὄντως τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον, μία θεότης, εἷς θεός, ᾧ ἡ δόξα, τιμὴ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

19. Αὕτη ἐστὶν ἡ πίστις ἡ τῆς ἡμετέρας ζωῆς πραγματεία, τοῦτο τὸ ἔρεισμα τῆς ἀληθείας, αὕτη ἡ παρθένος Χριστοῦ καὶ περιστερὰ ἄκακος· αὕτη ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐλπὶς καὶ ἡ βεβαίωσις τῆς ἀφθαρσίας. ἀλλὰ παρακαλῶ πάντας ὑμᾶς τοὺς ἐντυγχάνοντας συγγνῶναι τῇ ἐμῇ ταπεινότητι καὶ ἀσθενείᾳ τοῦ βραχυτάτου μου νοῦ, τοῦ ἀπὸ πολλοῦ τῶν αἱρέσεων ἰοῦ ἀποναρκήσαντος καὶ ἀποσικχαίνοντος, ὡς ἀποπτύοντος δίκην καὶ ναυτιῶντος, δι’ ὧν * ἤτοι αὐστηρῶς πρός τινας φερόμενος ἠνέχθη<ν> [διὰ] ῥημάτων, ἢ καλέσας τινὰς ἀλιτηρίους ἢ ἀγύρτας, ἢ πεπλανημένους ἢ ἀπατεῶνας. διὰ γὰρ τὸν πολὺν πόνον τοῦ ἰοῦ, καίτοι γε μὴ ἔχοντες ἔθος προχείρως ἐπισκώπτειν τινάς, ἀνάγκην ἐσχήκαμεν <ἐν> τοιούτοις αὐτοὺς διαθέσθαι τοῖς ῥήμασιν, ἵνα ἀποστρέφωμεν τὴν διάνοιαν τινῶν, μή πη νομίσωσιν ἡμᾶς διὰ τὸ <ἀν>αφανδὸν μὲν δεδημοσιευκέναι ἀποκαλύψαντας τὰ παρ’ αὐτοῖς λεγόμενα ἢ γινόμενα, μέρος ἔχειν διανοίας συγκατατιθεμένης τῇ παρ’ ἑκάστῃ τῶν αἱρέσεων κακοδοξίᾳ. πεποίημαι δὲ καὶ προοίμιον ἐν ὀλίγῳ εἰς τὴν ἀρχὴν τοῦ συντάγματος, περὶ τούτων αὐτῶν προασφαλιζόμενος καὶ συγγνώμην αἰτῶν, ἵνα μή τις ἀ<η>δίαν τινὰ εἰς ἡμᾶς ἐνσκήψῃ, ὡς ἡττωμένους νομίζων καὶ ἐπὶ τὸ σκώπτειν ὁρμῶντας. ἐδείξαμεν δὲ ἐν τῷ προοιμίῳ καὶ περὶ ποίων ἐμέλλομεν λέγειν αἱρέσεων, εἰς πόσας τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν, ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν, ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως ὑποδείκνυμι εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων.

20. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. καὶ ἐν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις <μϚ>, κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, [καὶ] κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης <διὰ τῆς> βίβλου ἐγκειμένης, ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις <μϚ> ἐν τόμοις τρισί, ἡ δὲ δευτέρα βίβλος αἱρέσεις <κγ> ἐν τόμοις δυσίν, ἡ δὲ τρίτη βίβλος αἱρέσεις <ια> ἐν τόμοις δυσίν. πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νοὸς ἀποτρέψαι. οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ’ εἰς ὠφέλειαν καὶ παρατήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων. διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε, ἵνα ὁ θεὸς δῴη μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει <πίστει> καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ πέρας ἀποτείνεσθαι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ’ ὡς στενοχωρούμενοι εἰς ἀπολογίαν ὑπέρ <τε> θεοῦ διηγήσασθαι ἀνθρωπίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. καὶ πάλιν ὑπερεύχεσθε ἵνα ὁ κύριος ἣν ᾐτησάμεθα μερίδα ἡμῖν δῴη ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ πάσης ἐναντιότητος καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν.

21. Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ ἐκκλησία καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει, «μία ἐστὶ περιστερά μου», καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός» συντόμως ἔφημεν, περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοουσιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως. περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη τοῦ παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ ἐκκλησίας. καὶ πρῶτον μὲν κρηπὶς καὶ ὡς εἰπεῖν βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ ἐνδοξαζομένη. συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης παρὰ πλείοσι τῶν μοναζόντων καὶ μοναζουσῶν. μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον ὁρμωμένη. ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων. εἰ δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικὸς ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινὸς γυναικὸς <ὀρέγεται>, ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ ὡς εἰπεῖν καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη, εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων. εἰ δὲ μὴ εἶεν ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναικῶν ἢ χηρευσάντων ἀπὸ μονογαμίας. δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη <ἢ> χῆρος, ἀπ’ ἀρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων, τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ· εἰ δὲ εἴη ἀνάγκη καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων. καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ’ ὡς γραμματεὺς τοῦ λόγου. καὶ διακόνισσαι δὲ καθίστανται εἰς ὑπηρεσίαν γυναικῶν μόνον διὰ τὴν σεμνότητα, ἂν χρεία κατασταίη λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων. καὶ αὗται δὲ μονόγαμοι ἐγκρατευσάμεναι ἢ χηρεύσασαι ἀπὸ μονογαμίας ἢ ἀειπάρθενοι οὖσαι. εἶθ’ ἑξῆς τούτων ἐπορκισταὶ καὶ ἑρμηνευταὶ <ἀπὸ> γλώσσης εἰς γλῶσσαν ἢ ἐν ταῖς ἀναγνώσεσιν ἢ ἐν ταῖς προσομιλίαις. λοιπὸν δὲ καὶ κοπιαταὶ οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων καὶ θυρωροὶ καὶ ἡ πᾶσα εὐταξία.

22. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ κυριακῇ· τετράδι δὲ καὶ [ἐν] προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη. καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν ταύταις νηστείας ἐπιτελεῖσθαι πληρουμένου τοῦ ῥητοῦ ὅτι «ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις»· καὶ οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προςτέτακται, ἀλλ’ ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν <γενόμενον> τὸ τοῦ κυρίου πάθος, ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο, καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι θεῷ γένωνται. καὶ δι’ ὅλου μὲν τοῦ ἔτους <οὕτως> ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται οὔτε νηστεία προστέτακται, ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδι καὶ προσαββάτῳ, ὡς ἐν ἡμέρᾳ κυριακῇ, κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται· ἔτι δὲ ἐν ταῖς <ν> ἡμέραις ὡς προεῖπον τῆς Πεντηκοστῆς οὐκ ἔστιν οὔτε νηστεία <οὔτε γονυκλισία> οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διὰ παντός, χωρὶς κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι καὶ ἀγρυπνίας διὰ παντὸς ἐπιτελοῦσι. τὰς δὲ κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία αὕτη καθολικὴ ἐκκλησία καὶ συνάξεις ἀφ’ ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει <δέ>· ἀνακόλουθον γάρ ἐστιν ἐν κυριακῇ νηστεύειν. τὴν δὲ τεσσαρακοστὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ ἐκκλησία ἐν νηστείαις διατελοῦσα, τὰς δὲ κυριακὰς οὐδ’ ὅλως, οὔτε ἐν αὐτῇ τῇ τεσσαρακοστῇ· τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί, φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι μόνον χρώμενοι πρὸς ἑσπέραν. ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς κυριακῆς ἐπιφωσκούσης, ἀγρυπνίαις δὲ διατελοῦσι τὰς ἕξ. πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἓξ καὶ ὅλην τὴν τεσσαρακοστὴν ἀπὸ ἐνάτης ἕως ἑσπέρας. ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν κυριακὴν μόνας. ἔν τισι δὲ τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ πανηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. τὰ δ’ ἄλλα μυστήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται.

23. Ἐπὶ δὲ τῶν τελευτησάντων ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείαν οἰκονομίας. ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ ἁγίᾳ ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται καὶ ἀπὸ μήκοθεν ἀναχωροῦσιν. ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας ἀπ’ ἰδίου νοός, οὐ τοῦ εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων· ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκοψε τοῦτο τὸ σχῆμα. εἰσὶ δὲ πολιτεῖαι ἄλλαι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ ἐκκλησίᾳ φυλαττόμεναι, φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ, καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι «ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται». καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων, οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τῶν μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν, ἄλλοι δὲ ἰχθύων μόνων· ἕτεροι δὲ καὶ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν, ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψεμάτων. πολλοὶ δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται. ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι’ ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν, ἀπρεπὲς δὲ ὡς ἔφημεν καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν. οἱ πλείους δὲ βαλανείου ἀπέχονται. καὶ τινὲς ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι μηδὲ τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. ἐν ψαλμῳδίαις δὲ οἱ πλείους καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται.

24. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας θεσμὸς κεκήρυκται. τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ, διαναπαύεταί <τε> ἐν τῷ μεγάλῳ σαββάτῳ ἀντὶ τοῦ μικροῦ σαββάτου. ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν καὶ μοιχείαν καὶ ἀσέλγειαν καὶ εἰδωλολατρείαν καὶ φόνον καὶ πᾶσαν παρανομίαν καὶ μαγείαν καὶ φαρμακείαν ἀστρονομίαν κληδονισμοὺς παλμῶν παρατηρήσεις ἐπαοιδὰς περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια. ἀποκηρύσσει θέατρα καὶ κυνήγια καὶ ἱππικοὺς <ἀγῶνας>, μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιὰν καὶ πᾶσαν μάχην καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν καὶ τοκοληψίαν. πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ ἀδικούντων οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας καὶ γονυκλισίας ἐν ταῖς <τε>ταγμέναις ὥραις νύκτωρ καὶ μεθ’ ἡμέραν ἀναπέμπειν θεῷ. ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν, οὐ πάντη δέ· ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως μηδὲ λοιδορήσασθαι μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ σωτῆρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς.

25. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας <μητρὸς ἡμῶν> μετὰ τῆς προδηλωθείσης πίστεως καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται. οὗτος γάρ ἐστιν ὁ χαρακτὴρ τῆς ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν συνηγμένος, ὥσπερ ἐκ πολλῶν μύρων ἀντίδοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη, ἐκ θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς ταύτης νύμφης Χριστοῦ, αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βούλημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου <βασιλέως> Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων. ἀμήν.

Πάντες οἱ παρ’ ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα, μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τὰ κατὰ τῶν αἱρέσεων τούτων, τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς, ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος, ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι καὶ ποθεινότατοι ἀδελφοὶ ὡς ἀληθῶς. ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις, καὶ ἡ ἀλήθεια κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάντων ὑμῶν, φιλοκαλώτατοι ἀγαπητοὶ ἀδελφοί. ἀμήν.